Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.202 Joseph. AJ 17.205 (English) >>Joseph. AJ 17.209

17.204οἱ δὲ οἷον ὄχλος εἴωθεν, φιλεῖν οἰόμενοι τὰς πρώτας εἶναι τῶν ἡμερῶν τὰς διανοίας ἐμφανίζειν τῶν παριόντων ἐπὶ τοιάσδε ἀρχάς, ὅσῳ πρᾴως καὶ θεραπευτικῶς Ἀρχέλαος διελέγετο αὐτοῖς, τοσῷδε μειζόνως τε ἐχρῶντο τοῖς ἐπαίνοις καὶ κατὰ αἰτήσεις δωρεῶν ἐτετράφατο, οἱ μὲν εἰσφορὰς ἃς ἐνιαυσίους φέροιεν ἐπικουφίζειν βοῇ χρώμενοι, οἱ δὲ αὖ δεσμωτῶν, οἳ ὑφʼ Ἡρώδου ἐδέδεντο, πολλοὶ δὲ ἦσαν κἀκ πολλῶν χρόνων, ἀπόλυσιν. 17.205εἰσὶν δὲ οἳ ἄρσεις τῶν τελῶν ἐπὶ πράσεσιν ὠναῖς ἐπεβάλλετο πρασσόμενα πικρῶς ᾐτοῦντο. ἀντέλεγέν τε οὐδαμῶς Ἀρχέλαος ἐπειρᾶτο ὁμίλους σπουδαῖος ὢν ποιεῖν πάντα διὰ τὸ νομίζειν μέγα πρᾶγμα εἰς τήρησιν τῆς ἀρχῆς γενήσεσθαι τὴν εὔνοιαν αὐτῷ τῆς πληθύος. ἐντεῦθεν δὲ θύσας τῷ θεῷ κατʼ εὐωχίαν τρέπεται μετὰ τῶν φίλων. 17.206

Ἐν τούτῳ δέ τινες τῶν Ἰουδαίων συνελθόντες νεωτέρων ἐπιθυμίᾳ πραγμάτων Ματθίαν καὶ τοὺς σὺν αὐτῷ ὑφʼ Ἡρώδου ἀποθανόντας, οἳ παραχρῆμα τῆς εἰς τὸ πενθεῖσθαι τιμῆς φόβῳ τῷ ἐκείνου ἀπεστέρηντο, ἦσαν δὲ οἱ τῶν ἐπὶ καθαιρέσει τοῦ χρυσοῦ ἀετοῦ δεδικαιωμένων, ἐπὶ μέγα τε τῇ βοῇ καὶ οἰμωγῇ χρώμενοι καί τινα ὡς κούφισιν φέροντα τοῖς τεθνεῶσιν ἀπερρίπτουν εἰς τὸν βασιλέα. 17.207συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τιμωρίαν αὐτοῖς ὑπʼ Ἀρχελάου γενέσθαι κολάσεσιν τῶν ὑπὸ Ἡρώδου τιμωμένων, καὶ πάντων γε καὶ πρῶτον καὶ ἐκδηλότατα τὸν ὑπʼ αὐτοῦ ἀρχιερέα καθεστῶτα παύσαντα νομιμώτερόν τε ἅμα καὶ καθαρὸν ἀρχιερᾶσθαι ἄνδρα αἱρεῖσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.202 Joseph. AJ 17.205 (English) >>Joseph. AJ 17.209

Powered by PhiloLogic